Οι Άγιοι Ζηνόβιος και Ζηνοβία τα αδέλφια εορτάζουν στις 30 Οκτωβρίου
Στίχος
Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος, η καρτερόφρων, κἂν γυνή, Ζηνοβία. Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε
Ὡς θεῖοι αὐτάδελφοι, ὁμονοοῦντες καλῶς, Ζηνόβιε ἔνδοξε, καὶ Ζηνοβία σεμνή, συμφώνως ἠθλήσατε· ὅθεν καὶ τῶν στεφάνων, τῶν ἀφθάρτων τυχόντες, δόξης ἀκατάλυτου,
ἠξιώθητε ἅμα, ἐκλάμποντες τοῖς ἐν κόσμῳ, χάριν ἰάσεων.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχᾶς τῆς φύσεως
Τοὺς ἀληθείας Μάρτυρας, καὶ εὐσεβείας κήρυκας, τῶν ἀδελφῶν τὴν δυάδα τιμήσωμεν, ἐν θεοπνεύστοις ᾄσμασι, τὸν Ζηνόβιοv ἅμα, τῇ σοφῇ Ζηνοβίᾳ, ὁμοῦ βιώσαντας,
καὶ διὰ μαρτυρίου τευξαμένους στέφος ἄφθαρτον.
Ὁ Οἶκος
Τὸν γενναῖον καὶ μέγαν Ζηνόβιον, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, καὶ σὺν αὐτῷ τὴν παρθένον καὶ ἄσπιλον Ζηνοβίαν· ὑπάρχει γὰρ σύναθλος. Οὗτοι καθεῖλον ἐχθροῦ
φρυάγματα, τὴν δὲ πίστιν Χριστοῦ κατετράνωσαν· διὸ περιφανῶς ἐκομίσαντο, οὐρανόθεν ἀξίως παρὰ Θεοῦ, στέφος ἄφθαρτον.
Μεγαλυνάριον
Χαίροις αὐταδέλφων ἡ ξυνωρίς, Ζηνόβιε μάκαρ, Ζηνοβία πανευκλεής, οἱ τὸν Θεὸν Λόγον, δοξάσαντες ἐν ἄθλοις, παρ’ οὗ και δοξασθέντες, ἡμῶν προΐστασθε.